ΚΕΦΑΛΑΙΟ 3 Η δυναμική της κοιλάδας της Κελεφίνας

Το σιγίλλιο του 1366

Σιγίλλιον έπι τή είς τήν Πελοπόννησον σεβάσμια μονή τοΰ Βροντοχίου.

Προοίμιον τοΰ Χλωροΰ.

Εἰ δὲ διὰ τὸ πάντα νοεῖν ἀφ’ ἑαυτοῦ τινα κἀκεῖνα ποιεῖν, δι’ ἃ καὶ εἰς τὸ ἐξῆς [τὰ] ἑαυτοῦ τε καὶ πολλῶν ἄλλων ἔσται βελτίων ὁ ταῦτα ποιῶν, τῇ πρώτῃ τάξει τῶν ἐγκωμίων ἐγκαταλέγουσι παῖδες Ἑλλήνων σοφίαν ἀσκήσαντες κοσμικήν, πανάριστον οὕτω πως ὀνομάσαντες τοῦτον, δευτέρας δὲ πάλιν ἀξιοῦσι τῆς τάξεως τὸν ἀφ’ ἑαυτοῦ μὲν μὴ νενοηκότα ποιῆσαι ταυτί, πεισθέντα δὲ τῷ μηνύσαντι καὶ εἰπόντι, ἐσθλὸν καὶ τὸν τοιοῦτον εἰπόντες, πόσων εἰκὸς ἀξιωθῆναι τῶν ἐγκωμίων παρὰ τῶν τὴν πνευματικὴν μετιόντων σοφίαν, μᾶλλον δὲ τῶν γερῶν, παρ’ αὐτῆς τῆς αὐτοσοφίας Χριστοῦ, τοὺς οἴκοθεν καὶ παρ’ ἄλλων πεισθέντας ἐλέσθαι τὸ μέγιστον τῶν καλῶν, ὅπερ ἐστὶ τὸ δόξαν τινὰ καὶ τιμὴν ἐθελῆσαι τῷδε δεδοξασμένῳ καὶ σεβασμίῳ ὀνόματι περιθεῖναι τῆς Ἀειπαρθένου καὶ Θεομήτορος διὰ τὸν ἐξ αὐτῆς ἀρρήτως καὶ ὑπὲρ φύσιν βλαστήσαντα Χριστὸν καὶ θεόν. Ἦ δῆλον, ὅτι τῶν κοσμικῶν ὅσῳ τὰ πνευματικὰ τιμιώτερα, καὶ τούτων πάλιν αὐτῶν τὰ θειότερά τε καὶ ὑψηλότερα, τοσούτῳ μειζόνων εἰκὸς ἀξιωθῆναι τούτους καὶ τῶν ἐπαίνων καὶ τῶν γερῶν. Ἔπει τοίνυν προθυμουμένη τῇ ἡμῶν μετριότητι τιμὴν τινα περιθεῖναι τῇ σεβασμίᾳ βασιλικῇ καὶ πατριαρχικῇ μονῇ τῇ κατὰ τὴν Πελοπόννησον διακειμένῃ, διὰ τὸ εἰς ὄνομα ταύτην τιμᾶσθαι τῆς παναχράντου Θεομήτορος καὶ ἐπικεκλημένης τοῦ Βροντοχίου, ἀνηνέχθη ταύτῃ, ὅτι προεβιβάσθη καὶ ἐτιμήθη ἡ τοιαύτη μονὴ ἐπὶ τῶν ἡμερῶν τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἀθανασίου πατριάρχου, ἔτι δὲ καὶ παρὰ τῶν λοιπῶν ἁγιωτάτων πατριαρχῶν εἰς τὴν τοῦ ἀρχιμανδρίτου καὶ μεγάλου πρωτοσυγγέλλου τιμήν, καὶ ὅτι ἐξεδόθη αὐτῇ λόγω μετοχίου διὰ σιγιλλιώδους ἐκείνου γράμματος καὶ μονύδριον τὸ εἰς ὄνομα τιμώμενον τοῦ ἁγίου ἐνδόξου ἀποστόλου καὶ εὐαγγελιστοῦ Ἰωάννου τοῦ θεολόγου περὶ τοὺς Καψαλοὺς διακείμενον· προέβησαν δὲ ἐπὶ τῇ τοιαύτῃ σεβασμίᾳ μονῇ καὶ ἕτερα δικαιώματα οὐκ ὀλίγα, σεπτὰ δὴτα χρυσόβουλλα καὶ πατριαρχικαὶ γραφαί, ἔτι δὲ καὶ ἀπογραφικαὶ ἀποκαταστάσεις πολλαὶ καὶ διάφοροι, ἐπικυροῦσαι πᾶσαι καὶ βεβαιοῦσαι εὑρίσκεσθαι τὸ εἰρημένον μονύδριον τοῦ Θεολόγου εἰς μετόχιον τῆς τοιαύτης τοῦ Βροντοχίου μονῆς εἰς τοὺς ἐξῆς ἅπαντας καὶ διηνεκεῖς χρόνους· ναὶ μὴν καὶ περὶ τῶν ἑτέρων κτημάτων καὶ μετοχίων αὐτῆς, ὥστε κατέχειν ταῦτα καὶ νέμεσθαι αὐτὴν ἀκωλύτως καθάπαξ. Ἡ μετριότης ἡμῶν μετὰ πολλῆς προθυμίας τὰ εἰρημένα δικαιώματα πάντα ἐπικυροῦσα καὶ οἷον εἰπεῖν σφραγῖδα τούτοις ἐπιτιθεῖσα, διὰ βεβαίωσιν καὶ ἀσφάλειαν, τὸ παρὸν σιγίλλιον ἀπολύει, δι’ οὗ καὶ ἐν ἁγίῳ παρακελεύεται Πνεύματι πάντα ταῦτα τὸ στέργον ἔχειν καὶ ἀμετάθετον ἐν πᾶσιν, εἰς ὅσα δηλονότι κατὰ μέρος διαλαμβάνουσί τε καὶ περιέχουσι, καὶ κατέχειν καὶ νέμεσθαι τοὺς ἐνασκουμένους αὐτῇ μοναχοὺς τὸ εἰρημένον τοῦ θεολόγου μονύδριον καὶ πάντα τὰ αὐτῶν μετόχιά τε καὶ κτήματα κατὰ τὰς δυνάμεις καὶ περιλήψεις τῶν ὑπαρχόντων αὐτοῖς δικαιωμάτων, ἀναφαιρέτως τε καὶ ἀναποσπάστως εἰς αἰῶνα τὸν ἅπαντα. Ἔπει δ’ ἀνηνέχθη καὶ τοῦτο τῇ ἡμῶν μετριότητι, παρὰ τοῦ εἰς ἡγούμενον, ἀρχιμανδρίτην καὶ μέγαν πρωτοσύγκελλον ἀρτίως εὑρισκομένου τῆς τοιαύτης σεβασμίας βασιλικῆς καὶ πατριαρχικῆς μονῆς, τιμιωτάτου ἐν ἱερομονάχοις κύρ Κυπριανοῦ καὶ τῶν ἐνασκουμένων αὐτῇ μοναχῶν, ὡς ἦν ποτε χρόνος, πρὸ τοῦ γενέσθαι δηλαδή τὴν τοῦ Πέλοπος νῆσον ὑπὸ τὴν χεῖρα τῶν Ἰταλῶν, ὅτε τὸ εἰρημένον τοῦ θεολόγου μονύδριον ἐτέλει καθ’ ἑαυτὸ ἐν αὐτονομίᾳ καὶ ἐξουσίᾳ ἰδίᾳ, μονή τις ὁλόκληρος οὖσα καθ’ ἑαυτὴν καὶ μεγάλη, εὐεργετηθεῖσα τὴν τοιαύτην ἔχειν αὐτονομίαν παρὰ τοῦ τότε πατριαρχεύοντος διὰ σιγιλλιώδους γράμματος, ἐπηρτημένου ὄντος καὶ βάρους ἐπιτιμίου διὰ τούτου κατὰ τοῦ θελήσοντός ποτε τὴν τοιαύτην αὐτονομίαν αὐτῆς καθελεῖν καὶ ἑτέρους ταύτην τὴν μονὴν εἰς μετόχιον προσχυρῶσαι· ἡ δὲ τῶν Ἰταλῶν ἐπικράτεια τὰ πλείω τῆς τοιαύτης μονῆς τῷ τότε ἀφείλετο κτήματα, καὶ ἀντὶ μονῆς μόλις μονύδριον εἶναι πεποίηκεν, οὗτινος, ὡς δεδήλωται, σιγιλλίου τότε μὲν ἀφανοῦς ὄντος καὶ κεκρυμμένου, ἥνικα παρὰ τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἀθανασίου πατριάρχου εἰς μετόχιον ἐξεδίδοτο, ἀρτίως δὲ τούτου φανέντος πολλή τις κατὰ τὸ εἰκὸς ἐπέπεσε τοῖς δηλωθεῖσι μοναχοῖς ἡ δειλία, μήποτε τὸ δι’ αὐτοῦ δηλούμενον ἐπιτίμιον βλάβην ἐπαγάγῃ ψυχαῖς ταῖς αὐτῶν, καὶ ἀνέφερον τῇ ἡμῶν μετριότητι περὶ τούτου, λύσιν ἐξαιτούμενοι τοῦ εἰρημένου ἐπιτιμίου τοῦ περιεχομένου καὶ δηλουμένου, ὡς εἴρηται, τῷ τότε προβάντι σιγιλλίῳ, ὅτε δηλονότι μονὴ μεγάλη καὶ καθ’ ἑαυτὴν ἦν ἡ τῶν Καψαλῶν τοῦ ἁγίου ἐνδόξου ἀποστόλου καὶ εὐαγγελιστοῦ Ἰωάννου. Διασκεψαμένη καὶ περὶ τούτου ἡ μετριότης ἡμῶν, καὶ διὰ πολλὰ μὲν καὶ ἄλλα, μάλιστα δὲ διὰ τὸ συμφέρον ὑπάρχον κατὰ ψυχήν, ἐπικρίνασα δίκαιον εἶναι τελεῖν τὸ εἰρημένον μονύδριον οὐ καθ’ ἑαυτό, ἀλλ’ ὑπὸ τὴν ἐξουσίαν καὶ τὸ θέλημα τῆς τοιαύτης σεβασμίας μονῆς τῆς τοῦ Βροντοχίου, ἔχει τοῦτο ἡ μετριότης ἡμῶν ἐν ἁγίῳ Πνεύματι συγκεχωρημένον καὶ λελυμένον διὰ τῆς δοθείσης αὐτῇ ἐξουσίας ὑπὸ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διὰ τῶν ἁγίων αὐτοῦ μαθητῶν τε καὶ ἀποστόλων, κελεύσαντος μὲν πρὸς ἐκείνους λύειν τε καὶ δεσμεῖν ἁμαρτίας ἐπὶ τῆς γῆς, καὶ ὅπερ ἂν λύσωσιν ἐπὶ γῆς, εἶναι λελυμένον καὶ ἐν τοῖς οὐρανοῖς, ὅπερ δὲ δεσμεύσωσιν, εἶναι καὶ ἐκεῖ δεδεμένον, φιλανθρώπως δὲ δι’ ἐκείνων καὶ εἰς ἡμᾶς τὴν τοιαύτην διαβιβάσαντος χάριν. Ἔπει δ’ ἔτι ἀνέφερον οἱ δηλωθέντες μοναχοί, ὅτι καὶ ἕτερα κτήματα ἔχει ἡ τοιαύτη σεβασμία μονὴ καὶ παροίκους, τὰ μὲν ἐξ ἀγορασίας περιελθόντα αὐτῇ, τὰ δὲ ἀπὸ προσενέξεως τινῶν, ἀφ’ ὧν, ὡς ἀνήνεγκαν, τὰ μὲν ἐξ ἀγορασίας εἰσὶ ταῦτα· περὶ τὴν Βρῦσιν πάνσεπτον καὶ θεῖον ναὸν τοῦ ἁγίου ἱερομάρτυρος Βλασίου καὶ τὸν ἐν οὕτω ἱερατικῶς ἐξυπηρετούμενον ἱερέα τὸν Ὀψαρὰν καὶ τὴν αὐτοῦ ἐξαδέλφην, μεθ’ ὧν ἔχουσι κτημάτων γονικῶν τε καὶ ἀγοραστικῶν, οὕτω· ἐξωνησαμένης αὐτοὺς τῆς τοιαύτης μονῆς παρὰ Ἀγγέλου Νικολάου τοῦ Φαγομόθη, καὶ ἀμπέλιον περὶ τὸν ἅγιον Στέφανον ἀπὸ τῆς γυναικὸς τοῦ προτεκδίκου ἐκείνου τοῦ Καμνῆ, καὶ μυλοτόπιον περὶ τὴν Βάρσοβαν ἀπὸ Νίχωνος τοῦ Φιλοσόφου, ἕτερον ἀμπέλιον ἀπὸ τῆς Λασκαρίνης, καὶ χωράφια περὶ τοὺς Καλυβίτας ἀπὸ τοῦ ἐναρέτου ἐκείνου κύρ Κωνσταντίνου, ἐξ ἀγορασίας ἔχουσα ταῦτα πάντα, ὡς εἴρηται· ἀπὸ δὲ προσενέξεως ταῦτα· ἀμπέλιον ἀπὸ τοῦ Μαγκαφᾶ ἐκείνου, ἕτερον ἀμπέλιον ἀπὸ τοῦ κύρ Λέοντος τοῦ Κλαδᾶ περὶ τὴν Τρύπην, καὶ χωράφιον εἰς τὴν Καλογωνίαν καὶ πάροικον τὸν Παρδογέρην ἀπὸ τοῦ ἄρχοντος ἐκείνου κύρ Νικολάου· ἀλλὰ καὶ πάροικοι τῆς τοιαύτης μονῆς ἐξωνήσαντο ἐρείπια περὶ τὸν θεολόγον ἀπὸ τῶν Σταματοπουλίων, ἃ καὶ μετεποίησαν εἰς ἀμπέλια. καὶ ἤδη καὶ τέκνουσιν ὅ τε Μπόχαλης καὶ ὁ Πλείσταρης, καὶ ἑτέρους δὲ παροίκους, ὧν τοὺς μὲν ἡ τοιαύτη μονὴ ἀνεθρέψατο, οἵτινες καὶ εἰσὶν οὗτοι Ἰωάννης ὁ Λεονταρίτης, ὁ Μάσταλης, Ἰωάννης ὁ Νικολιτζόπουλος, Γεώργιος ὁ τῆς Ἀνυφαντῶ καὶ Ἰωάννης ὁ τοῦ Χειλά· ἐκ δὲ προσενέξεως καὶ παραδόσεως τῶν κατὰ καιροὺς κεφαλαττικευσάντων καὶ ἑτέρων εἰσὶν οὗτοι· Χριστόφορος ὁ Κουρτέσης, Νικόλαος ὁ Τρίκωλος, Νικόλαος ὁ Φράγκος καὶ ὁ ἀδελφὸς αὐτοῦ, καὶ Γεώργιος ὁ Πινάτος. Καὶ ἐδεήθησαν οἱ δηλωθέντες μοναχοὶ καὶ ταῦτα καταγραφῆναι ἐν τῷ παρόντι σιγιλλίῳ τῆς ἡμῶν μετριότητος, καθὰ δὴ καὶ δεδήλωται, ὡς ἂν ἀναφαίρετα καὶ ἀναπόσπαστα καθάπαξ διατηρῶνται ἀπὸ τῆς τοιαύτης μονῆς· τῇ τοιαύτῃ καὶ πάλιν παρακλήσει αὐτῶν προσσχοῦσα ἡ μετριότης ἡμῶν παρακελεύεται αὖθις, ὡς ἂν, εἴπερ ἔχοι ταῦθ’ οὕτως, δηλαδή ὡς ἀνήνεγκαν οἱ δηλωθέντες μοναχοί, ἔχῃ καὶ ταῦτα ἡ δηλωθεῖσα μονὴ κυρίως, δεσποτικῶς καὶ ἀναφαιρέτως εἰς αἰῶνα τὸν ἅπαντα, μήτε παρὰ τῶν ἐκκλησιαστικὴν περιεζωσμένων ἰσχύν, ἀρχιερέων δὴτα καὶ ἱερέων καὶ κληρικῶν, μήτε παρὰ τῶν τὰ κοσμικὰ καὶ δημόσια διενεργούντων ἢ καὶ εἰς τὸ κεφαλαττίκιον εὑρισκομένων τὴν τυχούσαν εὑρήσουσά ποτε τῶν καιρῶν διενόχλησιν καὶ ἐπήρειαν ἕνεκα τούτων· ὁ γὰρ ἐνοχλήσων αὐτῇ ἢ ἀφαιρήσων τι, ἀφ’ ὧν ἡ σεβασμία αὕτη μονὴ κέκτηται μετοχίων καὶ κτημάτων καὶ ἄλλων δικαιωμάτων καὶ προνομίων, ὁποῖος ἂν καὶ εἴη ὁ τοῦτο τολμήσων, εἴτε τοπικὸς ἀρχιερεύς, ὡς δεδήλωται, ἢ κληρικὸς ἢ ἄρχων ἢ καὶ δημόσιος, ἴστω ὡς ἀπὸ Θεοῦ ἕξει κατάκριμα καὶ παρὰ τῆς ἡμῶν μετριότητος ἐκκλησιαστικὸν καὶ κανονικὸν βάρος, ὡς τὰ καλῶς δεδογμένα τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ καὶ τὰ ἀφιερωμένα καὶ ἀνατεθειμένα τῷ Θεῷ δι’ αὐτῆς τῆς μονῆς μετόχιά τε καὶ λοιπὰ κτήματα τε καὶ πράγματα διασπᾶν καὶ διακοπάζειν πειρώμενος. Ἐπὶ τούτῳ γὰρ γεγονὸς καὶ τὸ παρὸν σιγίλλιον τῆς ἡμῶν μετριότητος ἀνετέθη τῇ δηλωθείσῃ σεβασμίᾳ βασιλικῇ καὶ πατριαρχικῇ μονῇ τῆς παναγνοῦ καὶ Θεομήτορος καὶ ἐπικεκλημένης τοῦ Βροντοχίου εἰς διηνεκῆ τὴν ἀσφάλειαν καὶ βεβαίωσιν.

ἐν μηνὶ Μαΐῳ, ἰνδ. δʹ τοῦ ͵ςωοδʹ ἔτους.

Πηγή: Patrologia Graeca, Tomus CLII, Tόμος 152: Mανουήλ Καλέκας, Ιωάννης Κυπαρισσιώτης, Ματθαίος Ασάνης, Καντακουζηνός. Συνοδικές και πατριαρχικές αποφάσεις και διατάξεις των πατριαρχών Κωνσταντινουπόλεως (1320-1372), 1866, σελ. 1406-1409. https://upload.wikimedia.org/wikipedia/commons/4/4c/Patrologia_Graeca_Vol._152.pdf.

Η μετάφραση του κειμένου στο βιβλίο.